Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.39 Joseph. AJ 9.44 (English) >>Joseph. AJ 9.48

9.42 δὲ βασιλεὺς τῶν Μωαβιτῶν συνδιωκόμενος τῇ πολιορκίᾳ καὶ τὴν πόλιν ὁρῶν κινδυνεύουσαν αἱρεθῆναι κατὰ κράτος ὥρμησε μεθʼ ἑπτακοσίων ἐξελθὼν διὰ τοῦ τῶν πολεμίων ἐξιππάσασθαι στρατοπέδου, καθʼ μέρος ἐνόμιζεν αὐτοὺς τὰς φυλακὰς ἀνεῖσθαι. καὶ πειραθεὶς οὐκ ἠδυνήθη φυγεῖν· ἐπιτυγχάνει γὰρ ἐπιμελῶς φρουρουμένῳ τῷ τόπῳ. 9.43ὑποστρέψας δὲ εἰς τὴν πόλιν ἔργον ἀπογνώσεως καὶ δεινῆς ἀνάγκης διεπράξατο· τῶν υἱῶν τὸν πρεσβύτατον, ὃς μετʼ αὐτὸν βασιλεύειν ἤμελλεν, ἀναγαγὼν ἐπὶ τὸ τεῖχος ὥστε ἅπασι φανερὸν γενέσθαι τοῖς πολεμίοις ἱερούργησεν εἰς ὁλοκαύτωσιν τῷ θεῷ. θεασάμενοι δʼ αὐτὸν οἱ βασιλεῖς κατῴκτειραν τῆς ἀνάγκης καὶ παθόντες ἀνθρώπινόν τι καὶ ἐλεεινὸν διέλυσαν τὴν πολιορκίαν καὶ ἕκαστος εἰς τὴν οἰκείαν ἀνέστρεψαν. 9.44Ἰωσαφάτης δὲ παραγενόμενος εἰς Ἱεροσόλυμα καὶ μετʼ εἰρήνης διαγαγὼν ὀλίγον ἐπιβιώσας χρόνον μετὰ τὴν στρατείαν ἐκείνην ἀπέθανε, ζήσας μὲν ἐτῶν ἀριθμὸν ἑξήκοντα, βασιλεύσας δὲ ἐξ αὐτῶν πέντε καὶ εἴκοσι. ταφῆς δὲ ἔτυχε μεγαλοπρεποῦς ἐν Ἱεροσολύμοις· καὶ γὰρ ἦν μιμητὴς τῶν Δαυίδου ἔργων. 9.45

Κατέλιπε δὲ καὶ παῖδας ἱκανούς, διάδοχον δʼ ἀπέδειξε τὸν πρεσβύτατον Ἰώραμον· ταὐτὸ γὰρ εἶχεν ὄνομα τῷ τῆς γυναικὸς ἀδελφῷ, βασιλεύοντι δὲ τῶν Ἰσραηλιτῶν, Ἀχάβου δὲ παιδί. 9.46παραγενόμενος δʼ ἐκ τῆς Μωαβίτιδος τῶν Ἰσραηλιτῶν βασιλεὺς εἰς Σαμάρειαν εἶχε σὺν αὑτῷ τὸν προφήτην Ἐλισσαῖον, οὗ τὰς πράξεις βούλομαι διελθεῖν, λαμπραὶ γάρ εἰσι καὶ ἱστορίας ἄξιαι, καθὼς ἐν ταῖς ἱεραῖς βίβλοις ἐπεγνώκαμεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.39 Joseph. AJ 9.44 (English) >>Joseph. AJ 9.48

Powered by PhiloLogic